Add parallel Print Page Options

15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.

16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [a]θεὸς [b]ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ [c]στηρίξαι ἐν παντὶ [d]ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις. πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ [e]παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

Footnotes

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:16 θεὸς Treg ] ὁ θεὸς WH NIV RP
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:16 WH Treg NIV ] καὶ RP
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:17 στηρίξαι WH Treg NIV ] + ὑμᾶς RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:17 ἔργῳ καὶ λόγῳ WH Treg NIV ] λόγῳ καὶ ἔργῳ RP
  5. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3:4 παραγγέλλομεν WH Treg NIV ] + ὑμῖν RP